Decree of the genos Salaminioi concerning the resolution of a dispute

AIO 948 Date: 242/1 BC
 
ἀγαθῆι τύχηι. ἐπὶ Φανομάχου ἄρχ- οντος. Μουνιχιῶνος· Ἡρακλείοις. ἐπὶ τοῖσδε διελύσαντο τὰ γένη π- ρὸς ἄλληλα, τό τε Σουνιέων καὶ τὸ (5)ἀπὸ τῶν ἐξ Ἑπταφυλῶν, ὑπὸ τῶν αἱρε- θέντων διαλυτῶν, v Ἀντιγένου Ση- μαχίδου καὶ Καλ⟦λιτέλο⟧υ Σουνιέως, ἐφ’ ὧιτε τοῦ μὲν Ἡρακλέως τοῦ τεμέ- νους ἄνετομ μὲν εἶναι ὡς οἱ βωμοὶ κ- (10)αὶ τὸ ἐπέκεινα τοῦ ἰκρίου ὡς αἱ ἐλ- άαι αἱ πρῶται. ⟦v⟧ τὸ δ’ ἄλλο τέμενος ὡ- ρίσθαι βορρᾶθεμ μὲν ὡς ἡ αἱμασιὰ ἡ πρώτη, v ἡλίου δὲ ἀνέχοντος ὡς οἱ ὅροι κεῖνται οἱ ὁρίζοντες τὰ χωρ- (15)ία, v δυομένου δὲ ὡς οἱ ἐμβατῆρες v οἵ τε πρὸς τῆι θαλάττηι καὶ ὁ ἄνω κ- είμενος, καὶ εἶναι κοινὸν τοῦτο τὸ τέμενος τῶν γενῶν ἀμφοτέρων. v ἅλ- ω δὲ κατασκεῦσαι Σαλαμινίους τοὺ- (20)ς ἀπὸ Σουνίου τοῖς αὑτῶν ἀναλώμασ- ιν ἐν τῶι τεμένει τῶι κοινῶι τὸ αὐτ- ὸ μέγεθος τεῖ ἑαυτῶν, καὶ εἶναι ταύ- την τὴν ἅλω Σαλαμινίων τῶν ἐξ Ἑπτα- φυλῶν. v τὴν δ’ οἰκίαν τὴμ μὲν ὁμοροῦ- (25)σαν τῶι τεμένει εἶναι Ἀρχαιοσαλαμ- ινίων τῶν ἐξ Ἑπταφυλῶν ὡς αἱ θυραῖ- αι φέρουσιν ἀμφότεραι αἱ ἀπὸ θαλάτ- της καὶ ὡς οἱ ὅροι ὁρίζουσιν εἰς ὀρ[θ]- ὸν οἱ τῶν χωρίων. v τὴν δ’ ἑτέραν οἰκί- (30)αν τὴμ πρὸς ἡλίου ἀνατολὰς εἶναι Ἀ- ρχαιοσαλαμινίων τῶν ἀπὸ Σουνίου ὡ- ς αἱ θυραῖαι φέρουσιν αἱ ἀπὸ θαλάττ- ης καὶ ὡς οἱ ὅροι ὁρίζουσιν εἰς ὀρθὸν οἱ τῶν χωρίων. v εἶναι δὲ καὶ τοὺς κήπ- (35)ους καὶ τοῦ φρέατος τὸ ἥμυσυ ἑκατέρ- ου τοῦ γένους, v τὴν δὲ ἁλὴν καὶ τὴν ἀγ- ορὰν τὴν ἐν Κοίλει κοινὴν εἶναι ἀμφο- τέρων τῶν γενῶν, v τῶν δὲ χωρίων τὰ μὲ- ν πρὸς ἡλίου ἀνατολὰς εἶναι Ἀρχαιο- (40)σαλαμινίων τῶν ἀπὸ Σουνίου ὡς οἱ ὅρ- οι κεῖνται. v τὰ δὲ πρὸς ἡλίου δυσμὰς ε- ἶναι Ἀρχαιοσαλαμινίων τῶν ἐξ Επτα- φυλῶν ὡς οἱ ὅροι κεῖνται, καὶ τὴν ἱερὰ- ν ἄρουραν. vac.