Herm of Polydeukion dedicated by Herodes Atticus

AIUK 11 (Ashmolean Museum, Oxford) no. 15 Date: ca. 157/8 AD
 
Face A (front)
ἥρως Πολυδευκίων, ταῖσδέ ποτ ἐν τριό- δοις σὺν σοὶ ἐπε- στρεφόμην.
Phallus
(5)πρὸς θεῶν καὶ ἡρώων, ὅστις εἶ ὁ ἔχων τὸν χῶρον, μήποτε μετακεινήσῃ[ς] τούτων τι· καὶ τὰς τούτω[ν] τῶν ἀγαλμάτων εἰκόνα[ς] (10)καὶ τειμὰς ὅστις ἢ καθέλ[οι] ἢ μετακεινοίη, τούτῳ μή̣- τε γῆν καρπὸν φέρειν μ[ή]- τε θάλασσαν πλωτὴν εἶ- ναι, κακῶς τε ἀπολέσθα[ι] (15)αὐτοὺς καὶ γένος. vv ὅστι[ς] δὲ κατὰ χώραν φυλάττω[ν] καὶ τειμῶν τὰ εἰωθότα καὶ αὔξων διαμένοι, πολλ[ὰ] καὶ ἀγαθὰ εἶναι τούτῳ καὶ (20)αὐτῷ καὶ ἐκγόνοις. λυμήνασθαι δὲ μηδὲ λω- βή̣σασθαι μηδὲν ἢ ἀπο- [κ]ροῦσαι ἢ συνθραῦσαι ἢ συνχέαι τῆς μορφῆς κ[αὶ] (25)τοῦ σχήματος· εἰ δέ τις οὕ- τω ποιήσει, ἡ αὐτὴ καὶ ἐ- πὶ τούτοις ἀρά.
Face B (right)
ἀλλ ἐᾶν τά τε ἐπ[ι]- θέματα τῶν μο[ρ]- (30)φῶν ἀσινῆ καὶ ἀκ[έ]- ραια καὶ τὰ ὑποσ[τή]- ματα, τὰς βάσεις ὡ[ς] ἐποιήθησαν. καὶ ἐ[πὶ] πρώτῳ γε καὶ ἐπὶ π[ρώ]- (35)τοις ὅστις ἢ προστ[ά]- [ξ]ειεν ἑτέρῳ ἢ γνώμη[ς] ἄρξειεν ἢ γνώμῃ συ[μ]- βάλοιτο περὶ τοῦ το[ύ]- των τι ἢ κεινηθῆν[αι] (40)ἢ συνχυθῆναι.