Herm of Aurelius Apphianos

AIUK 11 (Ashmolean Museum, Oxford) no. 16 Date: 234/5 AD
 
ψηφισαμένης τῆς [ἐ]ξ Ἀρείου πάγου βου- λῆς τὸν ὑὸν τοῦ κοσμητοῦ Αὐρ(ήλιον) (5)Ἀφφιανὸν Χρήστου Μαραθώνιον οἱ π̣ερὶ τὸ Διογένειον συνάρχοντες ἀρετῆς ἕνεκεν.
phallus
(10)ὅστις καὶ τίνος εἰμὶ τὰ πρόσθεν γράμματα φράζε[ι]· ἀμφὶ δ’ ἐμῆς μοίρης πᾶς ἐδάκρυσε λεώς, οὕνεκεν οὐκ ἔφθην (15)χλαῖναν περὶ αὐχέν̣ι θέσθα[ι] κώμῳ ἐν ἠγαθέῳ παυσάμενος βιότου.