Phratry decrees of the Dekeleans
RO 5 Date: 396/5 BC and laterFace A
Διὸς Φρατρίο
ἱερεὺς ⟦⟦Θεόδωρος⟧ Εὐφα⟦ντίδ⟧ο vv⟧ ἀν- έγραψε καὶ ἔστησε τὴν στήλην. v ἱερεώσυνα τῶι ἱερεῖ διδόναι τ- (5)άδε· ἀπὸ το͂ μείο κωλῆν, πλευρόν, - ς, ἀργυρίο ΙΙΙ. v ἀπὸ το͂ κορείο κωλῆ- ν, πλευρόν, ς, ἐλατῆρα χοινικια- ῖον, οἴνο ἡμίχον, ἀργυρίο 𐅂. vvvv τάδε ἔδοξεν τοῖς φράτερσι ἐπὶ
(10)Φορμίωνος ἄρχοντος Ἀθηναίοι- ς, φρατριαρχο͂ντος δὲ Παντακλέ- ος ἐξ Οἴο. vacat Ἱεροκλῆς εἶπε· ὁπόσοι μήπω διεδικάσ- θησαν κατὰ τὸν νόμον τὸν Δημοτιωνιδ- (15)ῶν, διαδικάσαι περὶ αὐτῶν τὸς φράτερ- ας αὐτίκα μάλα, ὑποσχομένος πρὸς το͂ Δ- ιὸς το͂ Φρατρίο, φέροντας τὴν ψῆφον ἀπ- ὸ το͂ βωμο͂. ὃς δ’ ἂν δόξηι μὴ ὢν φρατὴρ ἐσα- χθῆναι, ἐξαλειψάτω τὸ ὄνομα αὐτο͂ ὁ ἱερ- (20)εὺς καὶ ὁ φρατρίαρχος ἐκ το͂ γραμματεί- ο το͂ ἐν Δημοτιωνιδῶν καὶ το͂ ἀντιγράφ- ο. ὁ δὲ ἐσαγαγὼν τὸν ἀποδικασθέντα ὀφε- ιλέτω ἑκατὸν δραχμὰς ἱερὰς τῶι Διὶ τ- ῶι Φρατρίωι· ἐσπράττεν δὲ τὸ ἀργύριο- (25)ν τοῦτο τὸν ἱερέα καὶ τὸν φρατρίαρχο- ν, ἢ αὐτὸς ὀφείλεν. τὴν δὲ διαδικασίαν
τὸ λοιπὸν ναι τῶι ὑστέρωι ἔτει ἢ ὧι ἂ- ν τὸ κόρεον θύσηι, τῆι Κορεώτιδι Ἀπατ- ορίων· φέρεν δὲ τὴν ψῆφον ἀπὸ το͂ βωμο͂. ἐ- (30)ὰν δέ τις βόληται ἐφεῖναι ἐς Δημοτιων- ίδας ὧν ἂν ἀποψηφίσωνται, ἐξεῖναι αὐ- τῶι· ἑλέσθαι δὲ ἐπ’ αὐτοῖς συνηγόρος τ- ὸν Δεκελειῶν οἶκον πέντε ἄνδρας ὑπὲ- ρ τριάκοντα ἔτη γεγονότας, τούτος δὲ
(35)ἐξορκωσάτω ὁ φρατρίαρχος καὶ ὁ ἱερε- ὺς συνηγορήσεν τὰ δικαιότατα καὶ ὀκ
ἐάσεν ὀδένα μὴ ὄντα φράτερα φρατρίζ- εν. ὅτο δ’ ἂν τῶν ἐφέντων ἀποψηφίσωντα- ι Δημοτιωνίδαι, ὀφειλέτω χιλίας δρα- (40)χμὰς ἱερὰς τῶι Διὶ τῶι Φρατρίωι, ἐσπρ- αττέτω δὲ τὸ ἀργύριον τοῦτο ὁ ἱερεὺς
το͂ Δεκελειῶν οἴκο, ἢ αὐτὸς ὀφειλέτω. ἐ- ξεῖναι δὲ καὶ ἄλλωι τῶι βολομένωι τῶ- ν φρατέρων ἐσπράττεν τῶι κοινῶι. ταῦ- (45)[τ]α δ’ ναι ἀπὸ Φορμίωνος ἄρχοντος. ἐπι- ψηφίζεν δὲ τὸν φρατρίαρχον περὶ ὧν ἂ- ν ⟦διαδικά⟧ζεν δέηι κατὰ τὸν ἐνιαυτὸν
ἕκαστον. ἐὰν δὲ μὴ ἐπιψηφίσηι, ὁφελέτ- ω πεντακοσία[ς] δραχμὰς ἱερὰς τῶι Διὶ
(50)[τ]ῶι Φρατρίω[ι. ἐ]σπράττεν δὲ τὸν ἱερέα
[κ]αὶ ἄλλο[ν τὸν βο]λόμενον τὸ ἀργύριον
τ̣ο̣ῦτ[ο τῶι κοινῶι.] τ̣ὸ δὲ λοιπὸν ἄγεν τὰ
[μεῖα καὶ τὰ κόρει]α̣ ἐς Δεκέλειαν ἐπὶ τ- [ὸν βωμόν. ἐὰν δὲ μὴ θ]ύσηι ἐπὶ το͂ βωμο͂, ὀφ- (55)[ειλέτω πεντήκοντ]α δραχμὰς ἱερὰς τῶ- [ι Διὶ τῶι Φρατρίωι, ἐ]σ̣πραττέτω δὲ ὁ ἱερ- [εὺς τὸ ἀργύριον τοῦτο] ἢ̣ αὐτὸς ὀφειλέ- [τω . . . . . . . . . . . . . . 28 . . . . . . . . . . . . . .]
Face B
ἐὰν δέ τι τούτων διακωλύηι, ὅποι ἂν ὁ ἱ- (60)ερεὺς προγράφηι, ἐνθαῦθα ἄγεν τὰ μεῖ- α καὶ τὰ κόρεια. προγράφεν δὲ πρόπεμπ- τα τῆς Δορπίας ἐν πινακίωι λελευκωμ- ένωι μὴ ’λαττον ἢ σπιθαμιαίωι ὅπο ἂν Δ- εκελειῆς προσφοιτῶσιν ἐν ἄστει. τὸ δ- (65)ὲ ψήφισμα τόδε καὶ τὰ ἱερεώσυνα ἀναγ- ράψαι τὸν ἱερέα ἐν στήληι λιθίνηι πρ- όσθεν το͂ βωμο͂ Δεκελειᾶσιν τέλεσι το- ῖς ἑαυτο͂. Νικόδημος εἶπε· τὰ μὲν ἄλλα κατ- ⟦ὰ τὰ πρότερα ψηφίσματα ἃ κε͂ται περὶ τ⟧- (70)⟦ε͂ς εἰσαγωγῆς τῶν παίδων καὶ τῆς διαδ⟧- ⟦ικασίας. τὸς δὲ μάρτυρας τρε͂ς, ὃς εἴρη⟧- ⟦ται ἐπὶ τῆι ἀνακρίσει παρέχεσθαι ἐκ τ⟧- ⟦ῶν ἑαυτο͂ θιασωτῶν μαρτυρο͂ντας τὰ ὑπερωτώμε⟨να⟩⟧ καὶ ἐπομνύντας τὸν Δία τὸν Φράτριον.
(75)μαρτυρε͂ν δὲ τὸς μάρτυρας καὶ ἐπομνύ- ναι ἐχομένος το͂ βωμο͂. ἐὰν δὲ μὴ ὦσι ἐν τ- ῶ⟨ι⟩ θιάσωι τότωι τοσο͂τοι τὸν ἀριθμόν, ἐ- κ τῶν ἄλλων φρατέρων παρεχέσθω. ὅταν
δὲ ἦι ἡ διαδικασία, ὁ φρατρίαρχος μὴ π- (80)ρότερον διδότω τὴν ψῆφον περὶ τῶν παί- δων τοῖς ἅπασι φράτερσι, πρὶν ἂν οἱ αὐ- το͂ το͂ εἰσαγομένο θιασῶται κρύβδην ἀ- πὸ το͂ βωμο͂ φέροντες τὴν ψῆφον διαψηφ- ίσωνται. καὶ τὰς ψήφος τὰς τότων ἐναν- (85)τίον τῶν ἁπάντων φρατέρων τῶν παρόν- των ἐν τῆι ἀγορᾶι ὁ φρατρίαρχος διαρ- ιθμησάτω καὶ ἀναγορευέτω ὁπότερ’ ἂν
ψηφίσωνται. ἐὰν δὲ ψηφισαμένων τῶν θ- ιασωτῶν ναι αὐτοῖς φράτερα οἱ ἄλλο- (90)ι φράτερες ἀποψηφίσωνται, ὀφειλόντ- ων ἑκατὸν δραχμὰς ἱερὰς τῶι Διὶ τῶι Φ- ρατρίωι οἱ θιασῶται, πλὴν ὅσοι ἂν τῶν
θιασωτῶν κατήγοροι ἢ ἐναντιόμενοι
φαίνωνται ἐν τῆι διαδικασίαι. ἐὰν δὲ
(95)ἀποψηφίσωνται οἱ θιασῶται, ὁ δὲ εἰσά- γων ἐφῆι εἰς τὸς ἅπαντας, τοῖς δὲ ἅπασ- ι δόξει ἐ͂ναι φράτηρ, ἐνγραφέσθω εἰς τ- ὰ κοινὰ γραμματεῖα. ἐὰν δὲ ἀποψηφίσω- νται οἱ ἅπαντες, ὀφειλέτω ἑκατὸν δρα- (100)χμὰς ἱερὰς τῶι Διὶ τῶι Φρατρίωι. ἐὰν δὲ
ἀποψηφισαμένων τῶν θιασωτῶν μὴ ἐφῆ- ι εἰς τὸς ἅπαντας, κυρία ἔστω ἡ ἀποψήφ- ισις ἡ τῶν θιασωτῶν. οἱ δὲ θιασῶται με- τὰ τῶν ἄλλων φρατέρων μὴ φερόντων τὴν
(105)ψῆφον περὶ τῶν παίδων τῶν ἐκ το͂ θιάσο
το͂ ἑαυτῶν. τὸ δὲ ψήφισμα τόδε προσαναγ- ραψάτω ὁ ἱερεὺς εἰς τὴν στήλην τὴν λι- θίνην. ὅρκος μαρτύρων ἐπὶ τῆι εἰσαγω- γεῖ τῶν παίδων· μαρτυρῶ ὃν εἰσάγει ἑα- (110)υτῶι ὑὸν ναι το͂τον γνήσιον ἐγ γαμετ- ῆς· ἀληθῆ ταῦτα νὴ τὸν Δία τὸν Φράτριο- ν· εὐορκο͂⟨ν⟩τι μέν μοι πολλὰ καὶ ἀγαθὰ ν- ⟦αι, εἰ δ’⟧ ἐπιορκοίην, τἀναντία. vvvvvvv Μενέξενος εἶπεν· δεδόχθαι τοῖς φράτερσι περὶ
(115)τῆς εἰσαγωγῆς τῶμ παίδων τὰ μὲν ἄλλα κα- τὰ τὰ πρότερα ψηφίσματα, ὅπως δ’ ἂν εἰδῶσι οἱ
φράτερες τοὺς μέλλοντας εἰσάγεσθαι, ἀπο- γράφεσθαι τῶι πρώτωι ἔτει ἢ ὧι ἂν τὸ κούρεο- ν ἄγει τὸ ὄνομα πατρόθεγ καὶ τοῦ δήμου καὶ τῆ- (120)ς μητρὸς πατρόθεν καὶ τοῦ [δ]ή̣μ̣ου πρὸς τὸν
φρατρίαρχον, τὸν δὲ φρατρία[ρχον ἀπογραψ]- αμένων ἀναγράψαντα ἐκ[τιθέναι ὅπου ἂν Δεκ]- ελέες προσφοιτῶσι, ἐκτιθ[έναι δὲ καὶ τὸν ἱερέα] ἀναγράψαντα ἐν σανιδ̣[ίωι λευκῶι ἐν τῶι ἱερ]- (125)ῶι τῆς Λ̣ητοῦς. τὸ δὲ φρ[ατερικὸν ψήφισμα ἀναγρ]- [άψαι εἰς τὴν σ]τ̣ή̣λ̣ην̣ [τὴν λιθίνην τὸν ἱερέα - - -] - - - - - - - - - - - - - - - - - - - -