Alliance with Thessalian federation, 361/0 BC

RO 44 Date: 361/0 BC
 
θε[ο]ί. ἐπὶ Νικοφήμο ἄρχοντος (361/0). συμμαχία Ἀθηναίων καὶ Θετταλῶν εἰς τὸν ἀεὶ χρόνον. (5)ἔδοξεν τ[ῆ]ι [β]ουλῆι κα[ὶ] τῶι δήμωι. Λ[ε]ωντὶς ἐπρυτάνε- υεν· Χαιρ[ί]ων Χαριναύ[τ]ο Φαληρεὺ[ς] ἐγραμμάτευεν· Ἄρ- χιππος Ἀμφ[ι]τροπῆθε[ν] ἐπεστάτει· δωδεκάτει τῆς πρ- υτανείας. Ἐ[ξ]ηκεστίδης εἶπεν· [π]ε[ρὶ] ὧν λέγουσιν οἱ π- [ρ]έσβεις τῶν Θετταλῶ[ν], ἐψηφίσθα[ι] τῶι δ[ή]μωι· δέχεσθ- (10)αι τὴν συμμαχίαν, τύχ[η]ι ἀγαθῆι, κ[α]θὰ ἐπ[α]νγέλλοντα- [ι] οἱ Θετταλο[ί]· εἶναι δὲ αὐ[τ]ο[ῖ]ς τὴ[ν] συμμ[α]χίαν πρὸς Ἀ- θηναίος εἰς [τ]ὸν αἰεὶ χρόνον. εἶ[ν]αι δὲ καὶ τοὺς Ἀθην- αίων συμμ[ά]χ[ο]ς ἅπαντας Θετταλῶ[ν] συμμ[ά]χος καὶ τὸς [Θ]ετταλῶν Ἀ[θη]ναίων. ὀμόσαι δὲ Ἀ[θη]ναίων μὲν τὸς στρ- (15)[ατη]γὸς καὶ τ[ὴ]ν βολὴν καὶ τὸς ἱππάρχος καὶ τὸς ἱππέ- [α]ς τόνδε τὸν ὅρκον· βοηθήσω π[α]ντὶ σθένει κατὰ τὸ δυ- νατόν ἐάν τι[ς] ἴηι ἐπὶ τὸ κοινὸν τὸ Θετταλῶν ἐπὶ πολ- [έμ]ωι, ἢ τὸν ἄρχοντα καταλύει ὃν εἵλοντο Θετταλοί, ἢ [τ]ύραννον καθ[ι]στῆι ἐν Θετταλίαι. ἐπομνύναι δὲ τὸν (20)[νό]μιμον ὅρκον. ὅπως δ’ [ἂ]ν καὶ Θετταλοὶ ὁμόσωσι τῆι π- [όλ]ει, ἑ[λ]έσθα[ι τὸ]ν δῆμον πέντε ἄν[δρ]ας ἐ[ξ] Ἀθηναίων ἁ- πά[ν]των, οἵτινες ἀφικόμενοι εἰς Θετταλία[ν] ἐξορκώ- [σ]οσιν Ἀγέλαο[ν τ]ὸν ἄρχοντα καὶ τὸς [π]ολ[ε]μά[ρ]χος καὶ τὸς ἱ[π]πάρχος καὶ τὸς ἱππέ[α]ς καὶ τὸ[ς ἱερ]ο[μν]ήμονας (25)καὶ τοὺς ἄλλο[ς] ἄρχοντας ὁπόσοι ὑπὲ[ρ] το͂ κοινο͂ το͂ Θε- τταλῶν ἄρχοσ[ι]ν τόνδε τὸν ὅρκον· βο[η]θ[ήσ]ω παντὶ σθέ- νει κατὰ τὸ δυνατόν ἐάν τις ἴ[ηι] ἐπὶ τὴν πόλιν τὴν Ἀθ- [ην]αίων ἐπὶ πολέμωι ἢ τὸν δῆμον καταλύει τὸν Ἀθηνα- [ίων]. ὀμόσαι δὲ [κ]αὶ τὸς πρέσβεις τὸς τῶν Θετταλῶν ἐν (30)τ[ῆ]ι βολῆι τὸς [ἐπι]δημο͂[ν]τα[ς] Ἀθήνησιν τὸν αὐ[τ]ὸ[ν] ὁ[ρ]κ- ο[ν. τ]ὸ[ν] δὲ πόλεμον τὸν πρὸς Ἀλέξανδρον τὸν μὴ [ἐξεῖν]α[ι] κ- [αταλ]ύσασθαι [μήτε] Θετταλοῖς [ἄ]νευ Ἀθηναί[ων μήτε] Ἀ- [θην]αίοις ἄ[νευ το͂] ἄρχοντος καὶ τοῦ κοινοῦ [τοῦ Θεττ]- [αλῶν]. ἐπαιν[έ]σα[ι δὲ] Ἀγέλαον τὸν ἄρχοντα {τα[.]} [καὶ τὸ κ]- (35)[οινὸν] τῶν Θετ[ταλ]ῶν, ὅτι εὖ κ[α]ὶ προθύμ[ω]ς ἐπ[οίουν πά]- [ντα] περὶ ὧν αὐ[τ]ο[ῖ]ς [ἡ] πόλ[ι]ς ἐ[π]η[γ]γείλ[ατ]ο. ἐπ[αινέσα]ι [δὲ καὶ] τὸς πρέ[σβεις] τῶν [Θ]ετταλῶν τὸ[ς ἥκ]ον[τας], κ[αὶ] κ- [αλέ]σαι αὐτὸς [ἐπὶ ξ]ένια [ε]ἰς [τὸ πρ]υτα[νε]ῖον [εἰς] αὐρι- [ον. τὴ]ν δὲ στ[ή]λ[ην τὴ]ν πρὸ[ς] Ἀλ[έξα]νδ[ρ]ον [κα]θελ[εῖ]ν τὸς (40)[ταμία]ς τῆς θεο͂ [τὴν π]ερ[ὶ τῆ]ς [σ]υμμαχία[ς]. τοῖς δὲ πρέσ- [βεσι δ]ο͂ναι τὸν [ταμί]αν τ[ο]ῦ [δήμ]ο εἰς ἐφόδια v ΔΔ̣ δραχ- [μὰς] ἑκάστωι. τὴ[ν δὲ] συμ[μα]χί[αν] τή[ν]δε ἀναγράψαι τὸν [γρα]μ[μ]ατέα τῆς β[ολῆ]ς ἐν [σ]τ[ήληι] λιθίνη[ι καὶ σ]τῆσαι [ἐ]ν ἀκ[ρ]ο[π]όλε[ι]· ε[ἰ]ς [δ]ὲ [τὴ]ν [ἀναγραφ]ὴν τῆς [σ]τ[ή]λη[ς] δο͂να- (45)[ι] τὸν ταμίαν το͂ δή[μο] ΔΔ v [δρ]α[χμά]ς. εἶναι δὲ καὶ [Θ]ε[αί]τ- ητον τὸν Ἐρχιέα ὡ[ς] λέγο[ν]τα [ἄρ]ιστα [κα]ὶ [πρ]άττοντα ὅ [τ]ι ἂν δύνηται ἀγα[θὸ]ν τῶ[ι δήμ]ω[ι] τῶι Ἀ[θην]α[ί]ω[ν κα]ὶ Θε- τταλ[ο]ῖς ἐν τῶι τεταγμέ[ν]ωι. vacat