Hymn to Apollo by Limenios at Delphi
Pöhlmann and West, Greek Music 21 Date: 128/7-106/5 BC (128/7 BC ?)
         [Πα]ι̣ὰν δὲ καὶ π[ροσό]δ̣ιον εἰς τ[ὸν θεὸν ὃ ἐπό]η̣σε[ν	καὶ προσεκιθάρισε]ν Λιμήνι[ος Θ]ο̣ίνο[υ Ἀθηναῖος.] 
        
        
            col. 1
 
            
        
         Ἴ̣τ’ ἐπὶ τηλέσκοπον ταάνδ̣ε Παρ̣[νασί]αν [φιλόχορον]  δικόρυφον κλειειτύν, ὕμνωων κα[τάρ]χ̣[ετε δ’ ἐμῶν],
                  Πιερίδες, αἳ νιφοβόλους π̣έτρας ναίεθ’ [Ἑλι]κωνίδ̣[ας·]  μέλπετε δὲ Πύθιον Χ[ρ]υ̣σεοχαίταν, ἕ[κα]τ̣ον, εὐλύραν
                 (5)	Φοῖβον, ὃν ἔτικτε Λα̣τὼ μάκαιρα πα[ρὰ λίμναι] κ̣λυτᾶι,
                  χερσὶ γλαυκα[ᾶ]ς ἐλαίας θιγουοῦσ’ [ὄζον ἐν ἀγωνίαι]ς
                  ἐριθα[λῆ.]  Παᾶ̣[ς δὲ γ]άθησε πόλος οὐράνιος̣ [ἀννέφελος, αἀγλαός·]  [νη]νέμους δ’ ἔσχεν αἰθηὴρ ἀε̣[λλωῶν ταχυπετ]εῖς
                 (10) [δρ]ό̣μους· λῆξε δὲ βαρύβρομον Νηη̣[ρέως ζαμενὲς ὀ]εῖ- δμ’ ἠδὲ μέγας Ὠκεανός, ὃς πέριξ γ[αᾶν ὑγραεῖς ἀγ]κά- λαις ἀαμπέχει.
                  Τότε λιπὼγ Κυυνθίαν ναᾶσον ἐπ̣[έβα Θεὸ]ς πρω[τό]- κα⟨α⟩ρπογ κλυτὰν Ἀτ[θ]ίδ’ ἐπὶ γ`α´αλ[όφωι πρωῶνι] Τριτωωνίδ̣ος·
                 (15)	μελίπνοον δὲ Λίβυς αὐδὰγ χέω[ν λωωτὸς ἀνέμελ]πεν [ἁ]- δειεῖαν ὄπα μειγνύμενος αἰειόλ[οις κιθάριος μέλεσιν·]  [ἅ]μα δ’ ἴαχεμ πετροκατοίκητος Ἀχ[ὼ παιὰν ἰὲ παιάν·] ὃ̣ δ̣ὲ̣ γ̣έ̣γ̣α̣- θ’ ὅτι νόωι δεξάμενος ἀαμβρότα`ν´ Δι̣[ὸς ἐπέγνω φρέ]ν̣’ · ἀνθ’ ὡῶν
                  ἐκείνας ἀπ’ ἀρχᾶς Παιήονα κικλήισκ[ομεν ἅπας] λ̣αὸς αὐ̣τ̣[ο]- (20)	χθόνων ἠδὲ Βάκχου μέγας θυρσοπλὴ[ξ ἑσμὸς ἱ]ερὸς τεχνι- τωῶν ἔνοικοος πόλει Κεκροπίαι. Ἀλ̣[λὰ χρηησμ]ωιδὸν
                  ὃς ἔχειεις τρίποδα, βαῖν’ ἐπὶ θεοστιβ[έα ταάνδε Π]αρναα̣- σίαν δειράδα φιλένθεον. Ἀμφὶ πλόκ[αμον σὺ δ’ οἰ]νωῶ̣[πα]  δάφνας κλάδον πλεξάμενος ἀαπ[λέτους θεμελίους τ’] (25)	ἀαμβρόται χειρὶ σύρων, ἄναξ, Γ[ᾶς πελώρωι συναντᾶις]  κόραι. Ἀλλὰ Λαατοῦς ἐρατογλ̣[έφαρον ἔρνος ἀγρ]- [ία]μ παῖδα Γα[ᾶς] τ̣’ ἔπεφνες ἰοῖς ὁ[μοίως τε Τιτυὸν, ὅτι] 
        
        
            col. 2
 
            
        
         π̣όθον ἔσχε ματ̣ρὸς [- - -]  θ̣η̣ῆρ’ ἇ⟨ι⟩ κατέκτ[α]ς ΟΣ[- - -] (30) [σ]υ̣ύριγμ’ ἀπ’ε[ὐνω]ῶν [- - -]  [ὅτ’] ἐ̣π̣εφρούρε[ιει]ς δὲ Γαᾶ[ς ἱερόν, ὦναξ, παρ’ ὀμφαλόν, ὁ βάρ]- βαρος̣ Ἄρης ὅτε [τε]ὸμ μαντόσυ̣[νον οὐ σεβίζων ἕδος πολυκυ]- θὲς λη⟨ι⟩ζόμενος ὤλεθ’ ὑγρᾶι χι̣[όνος ἐν ζάλαι. Ἀλλ’, ὦ Φοῖβε],
                  σῶιζε θεόκτισ̣{κ}τον Παλλάδος [ἄστυ καὶ λαὸν κλεινόν, σύν] (35)	τε θεά, τόξων δεσπότι Κρησίω[ν κυνῶν τ’ Ἄρτεμις, ἠδὲ Λατὼ]  κυδίστα̣ · [κ]αὶ ναέτας Δελφῶν τ̣[ημελεῖθ’ ἅμα τέκνοις συμ]- βίοις, δώμα̣σ̣ιν ἀπταίστους, Βάκχου [θ’ ἱερονίκαισιν εὐμε]- νεῖς μόλ[ε]τε πορσπόλοισ⟨ι⟩, τάν τε δ̣ορίσ̣[τεπτον κάρτει]  Ῥωμαίω[ν] ἀρχὰν αὔξετ’ ἀγηράτωι θάλλ̣[ουσαν φερε]- (40)	νίκαν. 
                 
        
        
            