Honours for the priest of Zeus Soter
Priests and Priestesses, 20 Date: 163/2 BC
[ἐπὶ Ἐράστου ἄρ]χοντος ἐπὶ τῆς Αἰαντίδος δωδεκάτης πρυτανείας, ἧι
[Δημήτριος Ξ]ένωνος Ἐπικηφίσιος ἐγραμμάτευεν· βουλῆς ψηφίσματα·
[Σκιροφοριῶν]ος ὀγδόει μετ’ εἰκάδας, τρίτει καὶ εἰκοστεῖ τῆς πρυτανείας·
[βουλὴ ἐμ Πει]ρ̣αιεῖ· τῶν προέδρων ἐπεψήφιζεν Ζωΐλος Ζωΐλου Φλυεὺς καὶ
(5)[συμπρόεδρο]ι· ἔδοξεν τεῖ βουλεῖ· Λυκῖνος Νίκωνος Ἁλιμούσιος εἶπεν· ὑπ[ὲρ ὧν] [ἀπαγγέλ]λει ὁ ἱερεὺς τοῦ Διὸς τοῦ Σωτῆρος τοῦ ἐμ Πειραιεῖ καὶ οἱ ἐπιμ[εληταὶ] [περὶ τῶν ἱ]ερῶν ὧν ἔθυον [τ]ῶι τε Διὶ τῶι Σωτῆρι καὶ τῆι Ἀθηνᾶι τεῖ Σω[τείραι καὶ] [τῶι Ἀσκληπ]ιῶι καὶ τεῖ Ὑγιείαι καὶ το[ῖς ἄλλ]οις θεοῖς παραστήσα[ντες θύματα] [ὡς ὅτι κάλλιστα, ἀγαθεῖ τύχει δεδόχθαι τεῖ] βουλεῖ τὰ μὲν ἀγ[αθὰ δέχεσθαι] - - - - - - - - - - - - - - - - - - - -