Decree of the genos Salaminioi concerning the resolution of a dispute

RO 37 Date: 363/2 BC
 
θεοί. ἐπὶ Χαρικλείδ⟨ο⟩ ἄρχοντος Ἀθηναίοις· ἐπὶ τοῖσδ̣- ε διήλλαξαν οἱ διαιτηταὶ Σαλαμινίος τὸς ἐκ τῶ- ν ἑπτὰ φυλῶν καὶ Σαλαμινίος τοὺς ἀπὸ Σονίο ὁμο- (5)λογτας ἀλλήλοις καλῶς ἔχειν ἃ ἔγνωσαν οἱ δι- αιτηταὶ Στέφανος Μυρρινόσιος, Κλεάγορος Ἀχα- ρνεύς, Ἀριστογείτων Μυρρινόσιος, Εὐθύκριτος Λαμπτρεύς, Κηφισόδοτος Αἰθαλίδης· τὰς ἱερεωσ- ύνας κοινὰς εἶναι ἀμφοτέρων εἰς τὸν αἰεὶ χρόν- (10)ον τῆς Ἀθηνάας τῆς Σκιράδος, καὶ τὴν το͂ Ἡρακλέο- ς̣ το͂ ἐπὶ Πορθμῶι, καὶ τὴν το͂ Εὐρυσάκος, καὶ τὴν τῆ- ς Ἀγλαύρο καὶ Πανδρόσο καὶ τῆς Κοροτρόφο· καὶ κ- ληρο͂σθαι κοινῆι ἐξ ἀμφοτέρων ἐπειδὰν τελευτ- ήσει τις τῶν ἱερειῶν ἢ τῶν ἱερέων· τὸς δὲ̣ λανχάν- (15)οντας ἱερεῶσθαι ἐφ’ οἷσπερ καὶ οἱ πρότερον ἱερ- εῶντο· τὴν δὲ γῆν τὴν ἐφ’ Ἡρακλείωι τῶι ἐπὶ Πορθμ- ῶι καὶ τὴν ἁλ{λ}ὴν καὶ τὴν ἀγορὰν τὴν ἐν Κοίληι νε- ίμασθαι διχα ἴ̣σην ἑκατέρος, καὶ ὅρος στῆσαι τῆ- ς ἑαυτῶν ἑκατέρος· θύεν δὲ τοῖς θεοῖς καὶ τοῖς ἥ- (20)ρωσι κατὰ τάδε· ὅσα μὲν ἡ πόλις παρέχει ἐκ το͂ δημ- οσίο ἢ παρὰ τῶν ὠ[σ]κοφόρ̣ων ἢ παρὰ τῶν δειπνοφόρ- ων γίγνεται λαμβάνειν Σαλαμινίοις, ταῦτα μὲν κοινῆι ἀμφοτέρος θύοντας νέμεσθαι τὰ κρέα ὠμ- ὰ τὰ ἡμίσεα ἑκατέρος· ὅσα δὲ ἀπὸ τῆς μισθώσεως ἔ- (25)θυον Σαλαμίνιοι παρὰ σφῶν αὐτῶν θύειν κατὰ τὰ πάτρια, τὸ ἥμυσυ ἑκατέρος συμβαλλομένος εἰς ἅ- παντα τὰ ἱερά· τοῖς δὲ ἱερεῦσι καὶ ταῖς ἱερείαι- ς ἀποδιδόναι τὰ γέρα τὰ γεγραμμένα· τῶι δὲ το͂ Ἡρ- ακλέος ἱερεῖ ἱερεώσυνα ΔΔΔ δραχμάς· εἰς πελαν- (30)ὸν δὲ 𐅂𐅂𐅂 δραχμάς· τούτων τὸ ἥμυσυ ἑκατέρος συμ- βάλλεσθαι· τῶν δὲ ἱερείων ὧν ἂν κατάρξηται τῶν κοινῶν λαμβ̣άνειν δ̣αρτο͂ δέρμα καὶ τὸ σκέλος, εὑ- στο͂ τὸ σκέλος· βοὸς δὲ ἐννέα σάρκ̣ας καὶ τὸ δέρμα· τῶι δὲ το͂ Εὐρυσάκος ἱερεῖ ἱερεώσυνα 𐅃𐅂 δραχμά- (35)ς· εἰς πελανὸν ἀμφοτέρωσε 𐅃𐅂𐅂 δραχμάς· σκέλος κ- αὶ δέρματος ἐν Εὐρυσακείωι Δ𐅂𐅂𐅂 δραχμάς· τούτ- ων τὸ ἥμυσυ ἑκατέρος συμβάλλεσθαι· τῶι ἥρωι τῶ- ι ἐπὶ τῆι ἁλῆι τῶν θυομένων λαμβ̣άνειν τὸ δέρμα καὶ τὸ σκέλος· νέμειν δὲ τοῖς ἱερεῦσι καὶ ταῖς ἱ- (40)ερείαις ἐν τοῖς ἱεροῖς ὅπο ἂν ἕκαστοι ἱερεῶντ- αι μερίδα παρ’ ἑκατέρων· τὸς ἄρτος ἐς Σκιράδος ν- έμειν κατὰ τάδε, ἀφελόντας ἐξ ἁπάντων τὸς νομι- ζομένος ἀφαιρεῖσθαι κατὰ τὰ πάτρια· κήρυκι ἄρ- τον, Ἀθηνᾶς ἱερείαι ἄρτον, Ἡρακλέος ἱερεῖ ἄρτο- (45)ν, Πανδρόσο καὶ Ἀγλαύρο ἱερείαι ἄρτον, Κοροτρ̣ό- φο καὶ καλαθηφόρωι ἄρτον, κώπαις ἄρτον· τῶν δὲ ἄ- λλων νέμεσθαι τά ἡμίσεα ἑκατέρος· ἄρχοντα δὲ κ- ληρο͂ν ἐμ μέρει παρ’ ἑκατέρων ὅστις καταστήσει τὸς ὠσκοφόρος καὶ τὰς δειπνοφόρος μετὰ τῆς ἱε- (50)ρε̣ίας καὶ το͂ κήρυκος κατὰ τὰ πάτρια· ταῦτα δὲ ἀν- αγράψαι ἐς στήληι κοινῆι ἀμφοτέρος καὶ στῆσα- ι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς τῆς Σκιράδος· τὸν δέ αὐ- τὸν ἱερέα εἶναι τῶι Εὐρυσάκει καὶ τῶι ἥρωι τῶι ἐπὶ τῆι ἁλῆι· ἐὰν δέ τι δέηι ἐπισκευεάσαι τῶν ἱε- (55)ρῶν, ἐπισκευάζεν κοινῆι συμβαλλ{λ}ομέ̣νος τὸ ἥμ- υσυ ἑκατέρος· ἐπὶ Χαρικλείδο ἄρχοντος οἱ ἐκ τῶ- ν ἑπτὰ φυλῶν παρέσχον ἄρχοντα· τὰ δὲ γραμματεῖ- α κοινὰ εἶναι ἀμ̣φοτέρων ἅπαντα· τὴν δὲ γῆν ἐργά- ζεσθαι τὸμ μεμισθωμένον ἕως ἂν ἐξέλθηι ὁ χρόν- (60)ος ὃν ἐμισθώσατο, ἀποδιδόντα τὴν ἡμίσειαν μίσ- θωσιν ἑκατέροις· τὸ δὲ πρόθυμα το͂ ἁμίλλο ἐμ μέρ- ει ἑκατέρος κατάρχεσθαι· τῶν δὲ κρεῶν τά ἡμίσε- α ἑκατέρος λαμβάνειν καὶ τῶν δερμάτων· τὴν δὲ ἱ- ερεωσύνην το͂ κήρυκος εἶναι Θρασυκλέος κατὰ τ- (65)ὰ πάτρια· τῶν δὲ ἄλλων ἐνκλημάτων ἁπάντωvν ἀφε- ῖσθαι τῶν τε ἰδί⟨ω⟩ν καὶ τῶν κοινῶν εἰς τὸν v Βοηδ- ρομιῶνα μῆνα τὸν ἐπὶ Χαρικλείδο ἄρχοντvος. vv vacat ἐπὶ Διφίλο Διοπείθους Σουνιέως Σαλαμινίοις ἄρχ- (70)οντος οἵδε ὤμοσαν Σαλαμινίων τῶν ἀπὸ Σουνίο· Διο- πείθης Φασυρκίδο, Φιλόνεως Ἀμεινονίκου, Χαλκιδ- εὺς Ἀνδρομένους, Χαριάδης Χαρικλέος, Θε⟨ο⟩φάνης Ζωφάνους, Ἡγίας Ἡγησίο, Ἀμεινίας Φιλίνου. ἐπὶ Ἀν- τισθένους Ἀντιγένους Ἀχαρνέ̣ως ἄρχοντος Σαλαμι- (75)νίοις οἵδε ὤμοσαν ἐκ τῶν ἑπτὰ φυλῶν· Θρασυκλῆς Θρά- σωνος Βουτά, Στρατοφῶν Στράτωνος Ἀγρυ, Μελίττιος Ἐξηκεστίδου Βουτά, Ἀρίσταρχος Δημοκλέους Ἀχαρ, v Ἀρκέων Εὐμηλίδου Ἀχαρ, Χαιρέστρατος Πανκλείδο Ἐ- πικη̣φί, Δήμων Δημαρέτο Ἀγρυλῆ. vacat (80)Ἀρχένεως εἶπεν· ὅπως ἂν Σαλαμίνιοι τὰ ἱερὰ θύωσι αἰεὶ τοῖς θεοῖς καὶ τοῖς ἥρωσι κατὰ τὰ πάτρια καὶ γίγνητα[ι] ἐφ’ οἷς διήλλαξαν οἱ διαλλακταὶ ἀμφοτέρους καὶ οἱ αἱρεθέντες ὤμοσαν, ἐψηφίσθαι Σαλαμινί- οις τὸν ἄρχοντα Ἀρίσταρχον ἐγγράψαι τὰς θυσίας ἁπάσας καὶ τὰς τιμὰς τῶν ἱερέων εἰς τὴν στηλὴν ἐν εἷ αἱ διαλλαγαί εἰσιν, ὅπως ἂν οἱ ἄρχοντες αἰεὶ παρ’ ἀνφοτέρων εἰδῶσι ὅ τι δεῖ ἀργύριον συνβάλλεσθαι εἰς τὰ[ς] θυσίας ἁπάσας ἑκατέρους ἀπὸ τῆς μισθώσεως τῆς γῆς τῆ̣ς ἐφ’ Ἡρακλείωι, καὶ στῆ̣σαι τὴν στή̣λη̣ν ἐν τῶι (85)Εὐρυσακείωι. v Μουνιχιῶνος. ἐπὶ Πορθμῶι· Κουροτρόφωι αἶγα Δ, Ἰόλεωι οἶν ὁλόκαυτον Δ𐅃∶ Ἀλκμήνει οἶν Δ𐅂𐅂, Μαίαι οἶν Δ𐅂𐅂, Ἡρακλεῖ βοῦν 𐅄ΔΔ, ἥρωι ἐπὶ τεῖ ἁλεῖ οἶν Δ𐅃, ἥρωι ἐπ’ Ἀντισάραι χοῖρον 𐅂𐅂𐅂ΙΙΙ, ἥρωι Ἐπι- πυργιδ̣ίωι χοῖρον 𐅂𐅂𐅂ΙΙΙ, Ἴον⟨ι⟩ οἶν θύειν ἐναλλὰξ παρ’ ἔτος· ξύλα ἐφ’ ἱεροῖς καὶ οἷς ἡ πόλις δίδωσιν ἐκ κύρβεω(ν) Δ. ὀγδόει ἐπὶ δέκα Εὐρυσάκε̣ι̣ ὗν ΔΔΔΔ· ξύλα ἐφ’ ἱεροῖ⟨ς⟩ καὶ ε̣ἰς̣ τἄλλα 𐅂𐅂𐅂. Ἑκατονβαιῶνος. Παναθηναίοις Ἀθηνᾶι ὗν∶ ΔΔΔΔ· ξύλα ἔ̣φ̣’ ἱεροῖς καὶ ⟨εἰ⟩ς τἄλλα 𐅂̣𐅂̣𐅂̣. Μεταγειτνιῶνος· ἑβδόμει Ἀπόλλωνι Πατρώιωι∶ ὗν ΔΔΔΔ, Λη̣τοῖ χοῖρο(ν) (90)[𐅂]𐅂̣𐅂̣ΙΙΙ, Ἀρτέμιδι χοῖρον 𐅂𐅂𐅂ΙΙΙ, Ἀθηνᾶι Ἀγελάαι χοῖρον 𐅂𐅂𐅂ΙΙΙ· ξύλα ἐ̣φ’ ἱεροῖς καὶ εἰς τἄλλα 𐅂𐅂𐅂ΙΙΙ. Βοηδρομιῶνος. Ποσει- δῶνι Ἱπποδρομίωι ὗν ΔΔΔΔ, ἥρωι Φαίακι χοῖρ⟨ο⟩ν 𐅂𐅂𐅂ΙΙΙ, ἥρωι Τεύκρωι χοῖρον 𐅂𐅂𐅂ΙΙΙ, ἥρωι Ναυσείρωι χοῖρον 𐅂𐅂𐅂Ι̣Ι̣[Ι]· ξύλα ἐφ’ ἱεροῖς καὶ τἄλλα 𐅂𐅂𐅂ΙΙΙ. Πυανοψιῶνος· ἕκτει Θη̣σεῖ ὗν ΔΔΔΔ· εἰς τἄλλα 𐅂𐅂𐅂. Ἀπατουρίοις Διὶ Φρατρίωι ὗν ΔΔΔΔ· vv ξύλα ἐφ’ ἱεροῖς καὶ τἄλλα 𐅂𐅂𐅂. Μαιμακτηριῶνος. Ἀθηνᾶι Σκιράδι οἶν ἐνκύμονα Δ𐅂𐅂, Σκίρωι οἶν Δ𐅃· ξύλα ἐπὶ τὸν βωμὸν 𐅂𐅂[𐅂]. κεφάλαιον οὗ δεῖ ἀναλίσκειν ἀμφοτέρος ἐς ἅπαντα τὰ ἱερὰ 𐅅ΔΔΔΙ̣Ι̣Ι̣. ταῦτα θύειν κοινεῖ ἀπὸ τῆς μισθώσεως τῆς γῆς τῆ⟨ς⟩ ἐφ’ Ἡρακλ- (95)έ̣ω̣ι Σονίο, ἀργύριον συμβαλλομένους ἑκατέρους ἐς ἅπαντ̣α τὰ ἱε̣ρ̣ά· ἐὰν δέ τις εἴπει ἢ ἄρχων ἐπιψηφίσει τούτων τι καταλῦ- [σ]αι ἢ τρέψει ποι ἄλλοσε τὸ ἀργύριον, ὑπεύθυνον εἶναι τῶι γένε̣ι ἅπαντι καὶ τοῖς ἱερεῦσι κατὰ ταὐτὰ καὶ ἰδίαι ὑπό- δικον καὶ τῶι βουλομένωι Σαλαμινίων. vacat