Manumission at Delphi of Arsinoa, slave of Xenon
CID V 534 Date: 153/2–144/3 BC
ἄρχοντος ἐν [Δε]λφοῖς Εὐκλέος, μηνὸς Ποιτροπίου, βουλευόντων τὰν
πρώταν ἑξάμ[η]ν̣ον Εὐδόκου τοῦ Πραξία, Ἁγησιλάου τοῦ Ταραντίνου, γραμ- ματεύοντος [δ]ὲ Πολίτα τοῦ Ἀσάνδρου, ἐ̣ν δὲ Ἀθήναις στραταγέοντος
Ξενοκλέος μηνὸς Ποσειδεῶνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων Φιλίστου
(5)Ἀθηναῖος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σ̣ῶμα γυνα̣ικεῖον ἇι ὄνομα Ἀρσινόα, τὸ
γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν ἔχει πᾶσαν,
καθὼς ἐπίστευσε Ἀρσινόα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶ- μεν καὶ ἀνέφαπτος ἀπὸ πά̣ν̣των τὸν πάντα βίον, ποιέουσα
ὅ κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτὴρ
(10)κατὰ τὸν νόμον τᾶς πόλιος· Εὔδοκος Πρα- ξία Δελφός. εἰ δέ τις ἅπτοιτο ἐπὶ
καταδουλισσμῶι
vac. Ἀρσινόας, βέβαιον παρεχόντων τῶι
θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ξέ- (15)νων καὶ ὁ βεβαιωτὴρ Εὔδοκος· εἰ δὲ μὴ
παρέχοιν βέβαιον τῶι θεῶι τὰν ὠ- νάν π[ρ]άκ[τι]μοι ἐόντων κατὰ τὸν νό- μον τᾶς πόλ̣[ιος]· καὶ ὁμοίως ὁ παρατυχὼν
κύριος ἔστω [σ]υλέων Ἀρσινόαν ὡς ἐ- (20)λευθέραν ἐοῦ̣σ̣αν, ἀνυπεύθυνος ἐὼν καὶ
ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι·
Νικόλαος Τίμωνος, Καλλίμαχος καὶ Ὑβρίλαος
Μνασιδάμου, Ἄνδρων Ξενοκλέος, Φίλιστος
Ξένωνος, Χαλειεῖς· Διονύσιος Ἰρανίωνος, Βαβύ- (25)λος Αἰακίδα, Λαιάδας Βαβύλου, Ξένων Ξενοκρί- του, Δαμόφιλος Ἡρακλείδα, Τιμόκριτος Εὐκλεί- δα Δελφοί.