Decree of Aixone honouring the choregoi, Demokrates and Hegesias, 326/5 BC

Ackermann, Aixone, 112-117 no. 2 Date: 326/5 BC
 
[Φιλ]οκτήμων Χρέμητο[ς] εἶπεν· ἐπειδὴ οἱ χορηγ[οὶ] οἱ ἐπὶ Χρέμητος ἄρχοντ̣- ος (326/5) Δημοκράτης Εὐφ̣ιλήτ- (5)ου κα̣ὶ Ἡγησ̣ίας Λυσ̣ιστρ- άτου καλῶς καὶ φιλοτίμ- ως ἐχορήγησαν Αἰξωνεῦ- σιν, ἐπαινέσαι αὐτοὺς κ- αὶ στεφανῶσαι χρυσῶι σ- (10)τεφάνωι ἀπὸ ∶ 𐅅̣ ∶ δραχμῶ- ν ἑκάτερον φιλοτιμίας ἕ̣νεκα καὶ ἐπιμελείας τ- ῆς εἰς τοὺς δημότας· δοῦ- ναι δὲ αὐτοῖς καὶ εἰς θυ- (15)σ̣ίαν τὸν δήμαρχον Δωρό- [θε]ο̣ν καὶ τοὺς ταμίας ∶ Δ [δ]ρα̣χ̣μὰς ἀπὸ τῆς προσόδ- ου τῶν̣ δημοτῶν· ἀναγράψ- αι δὲ τό̣δε τὸ ψήφισμα τὸ- (20)ν δήμαρχ̣ον Δωρόθεον εἰ- ς στήλην [λ]ιθίνην καὶ στ- ῆσαι εἰς τ[ὸ] θέατρον, ὅπω̣- ς ἂν εἰδῶσι̣ν οἱ ἀεὶ μέλ⟨λ⟩- οντες χορηγ̣εῖν Αἰξωνε- (25)ῦσι ὅτι τιμήσει αὐτοὺς ὁ δῆμος ὁ Αἰξωνέων τοὺς̣ εἰς ἑαυτοὺς [φ]ιλοτιμου- [μ]έ̣νους. vacat