Funerary monument of Publius Aelius Phaidros

AIUK 4.6 (BM, Funerary Monuments) no. 73 Date: ca. AD 170-180
 
Upper band Πό(πλιος) [Α]ἴ̣λιος Φαῖδρος Σουνιεὺς υἱὸς τοῦ ἐξ Εὐπατριδῶν ἐξηγητοῦ καὶ ἱερονείκου καὶ ξυστάρχου Αἰλίου Θεοφίλου τοῦ (leaf) Πρ̣α̣[ξιτ]έλους Σουνιέως καὶ Κεκροπίας τῆς Ἀθηνίωνος Φαληρέως τοῦ διὰ βίου περιηγητοῦ θυγατρός. (leaf)
col. 1
Κεκροπία μὲν ἐμοὶ σαόφρων πέλει, ὦ ξένε, μήτηρ ξυνὸν γῆς πατρίας οὔνομ’ ἐνεγκαμένη· (5)[ἐ]κ̣ δὲ πατρὸς γενόμην μεγακύδεος ἐν Κεκρόπεσσι Θεοφίλου, πρόγονοις καὶ γένει Εὐπατρίδου· [τῶν γον]έ̣ων καὶ πρὶν μὲν ἀνήρπασεν ἄγριος αἶσα [τέκνων π]α̣ρθενικὴν ἄνθος Ἀθηναίδα,
col. 2
ἀμφὶ δ’ ἐμεῦ καὶ δῆμος ἅπας ἐδάκρυσεν Ἀθήνης (10)εἵνεκεν ἡλικίας τ’ ἠδὲ σαοφροσύνης καὶ κάλλευς μελέων ἀνδρηίου. ὥς τε μάλιστα παιδείᾳ πινυτῇ καὶ σοφίῃ μελόμην. δάκρυα δ’ οὐ ψύχει γενέτης ἐμὸς οἰκτρὸς ὀλέσσας εὐφροσύνην βιότου καὶ χέρα γηροκόμον.
col. 3
(15)μέτρον μοι ζωῆς ἔτη εἴκοσιν, οὔνομα Φαῖδρος, χήρας Λευκείας λέκτρ’ ἀλόχου λιπόμην· κούρην δ’ ἣν τέκομεν, γεραροὶ κομέουσι τοκῆ̣[ε]ς βαιὴν ἀντὶ τόσης, δύσμοροι, ἀγλαίης.