Funerary monument of Tryphera
AIUK 4.6 (BM, Funerary Monuments) no. 76 Date: ii-iii ADcol. i
ἡ ποτὲ κυδιόωσα ξανθαῖς ἐπὶ κρατὸς ἐθίραις
καὶ χαριτοβλεφάροις ὄμμασι λαμπομένη
χιονέοις τε πρέπουσα προσώποις ἠδὲ παρειαῖς
καὶ γλυκεροῦ στόματος ὄπα λιριόεσσαν ἱεῖσα
(5)χίλεσι πορφυρέοις ἐλεφαντινέων δι’ ὀδόντων
col. ii
παντοίην τε ἀρετὴν περικαλλ{λ}εῖ σώμα[τ]ι θεῖσα,
ἣν τέκεν Εὐτυχίδῃ σθεναρῷ Κιλικία χαριτῶπις,
εἰκοσιπενταετὴς Τρυφέρα τῇδ’ ἐν χθονὶ κεῖται·
Ἑρμέρως δὲ Ἀριστομάχοιο πατρὸ[ς] καὶ μητέρος Ὄρφης(?)
(10)μνῆμ’ ἀλόχῳ φιλίῃ θήκατο κουριδίῃ.