Restoration to Thasians of proxeny destroyed by Thirty
IG II2 6 + Add. p. 655 Date: Shortly after 403 BC
θεοί.
[Ἀμύντο]ρος, Εὐρυπύλο, vvv [Ἀργεί]ο, Λόκρο, Ἀλκίμο. vvv [ἔδοξ]εν τῆι βολῆι· Οἰνηῒς
(5)[ἐπρυ]τάνευε, Δεξίθεος ἐγ- [ραμ]μάτευε, Δημοκλῆς ἐπε- [σ]τάτε· Μονιππίδης εἶπε· Ἀ- μύντορι καὶ Εὐρυπύλωι κ- αὶ Ἀργείωι καὶ Λόκρωι κα- (10)ὶ Ἀλκίμωι τοῖς Ἀπημάντο
παισί, ἐπειδὴ καθηιρέθη
ἡ στήλη [ἐ]πὶ τῶν τριάκοντ- α ἐν ἧι ἦ[ν α]ὐτοῖς ἡ προξεν- ία, ἀναγράψ[αι] τὴν στήλην
(15)τὸγ γραμμα[τ]έα τῆς βολῆς
τέλεσι τοῖς Εὐρυπύλο· κα- λέσαι δὲ καὶ ἐπὶ ξένια Εὐ- ρύπυλον ἐς τὸ πρυτανεῖο- ν ἐς αὔριον. vacat (20) vacat