Decree of the deme Piraeus honouring Kallidamas of Cholleidai

AIUK 4.3A (BM, Decrees of Other Bodies) no. 3 Date: ca. 335-315 BC ?
 
Διόδωρος Πειραιεὺς εἶπεν· ἐπειδὴ Καλλ- ιδάμας Καλλιμέδοντος Χολλείδης ἀνὴρ ἀγαθός ἐστιμ περί τε τὸν δῆμον τὸν Ἀθην- αίων καὶ τὸν δῆμον τὸμ Πειραιέων καὶ πο̣- (5)εῖ ἀγαθὸν ὅτι δύναται καὶ τὴν εὔνοιαν ἐ- νδέδεικται ἐπὶ τῶγ καιρῶν, δεδόχθαι Πε- ιραιεῦσιν ἐπαινέσαι Καλλιδάμαντα κα- ὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἀρετῆς ἕ- νεκα καὶ δικαιοσύνης τῆς εἰς τὸν δῆμον (10)τὸν Ἀθηναίων καὶ τὸν δῆμον τὸν Πειραιῶ- ν, καὶ ὅταν θύωσι Πειραιεῖς ἐν τοῖς κοιν- οῖς ἱεροῖς νέμειν καὶ Καλλιδάμαντι με- ρ̣ίδα καθάπερ καὶ τοῖς ἄλλοις Πειραιεῦ- σιν καὶ συνεστιᾶσθαι Καλλιδάμαντα με- (15)τὰ Πειραιέων ἐν ἅπασι τοῖς ἱεροῖς πλὴν εἴ που αὐτοῖς Πειραιεῦσιν νόμιμόν ἐστ- ιν εἰσιέναι, ἄλλωι δὲ μή· κατανεῖμαι δὲ α- ὐτὸν καὶ εἰς τριακάδα ἣν ἂν αὐτὸς βούλη- ται· εἶναι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τῶι (20)θεάτρ̣ωι, ὅταμ ποιῶσι Πειραιεῖς τὰ Διον- ύσια, οὗ καὶ αὐτοῖς Πειραιεῦσι κατανέμ- εται καὶ εἰσαγέτω αὐτὸν ὁ δήμαρχος εἰς τὸ θέατρον καθάπερ̣ τοὺς ἱερεῖς καὶ τοὺ- ς ἄλλους οἷς δέδοται ἡ προεδρία παρ̣ὰ Πε- (25)ιρ̣αιέων· τελεῖν δὲ αὐτὸν τὰ αὐτὰ τέλη ἐν τῶι δήμωι ἅπερ ἂγ καὶ Πειραιεῖς καὶ μὴ ἐ- γλέγειμ παρ’ αὐτοῦ τὸν δήμαρχον τὸ ἐγκτ- ητικόν· ἀνειπεῖν δ’ ἐν τῶι θεάτρωι τὸν κή- ρυκα τραγωιδῶν τῶι ἀγῶνι ὅτι στεφ̣ανοῦ- (30)σι Πειραιεῖς Καλλιδάμαντα Καλλιμέδο- ντος Χολλείδην ἀρετῆς ἕνεκα καὶ εὐνοί- ας τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ τὸ- ν δῆμον τὸμ Πειραιέων, ὅπως ἂν εἰδῶσι πά- ντες ὅτι ἐπίστανται Πειραιεῖς χάριτα- (35)ς ἀξίας ἀποδιδόναι τοῖς φιλοτιμουμέν- οις εἰς αὐτούς. v ἀναγράψαι δὲ τόδε τὸ ψή- φισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τ- ῶι ἱερῶι τῆς Ἑστίας. vacat crown