Athenian relations with Chalkis

IG I3 40 Date: 446/5 (or 424/3?) BC
 
ἔδοχσεν τε͂[ι β]ολε͂ι καὶ το͂ι δέοι. Ἀντιοχὶς ἐ[πρυτ]- άνευε· Δρακ[ον]τίδες ἐπεστάτε. Διόγνετος εἶπε· κατὰ τάδε τὸν ℎόρκον ὀμόσαι Ἀθεναίον τ- ὲν βολὲν καὶ τὸς δικαστάς· οὐκ ἐχσελο͂ Χα- (5)λκιδέας ἐχ Χαλκίδος οὐδὲ τὲν πόλιν ἀνά- στατον ποέσο οὐδὲ ἰδιότεν οὐδένα ἀτιμ- όσο οὐδὲ φυγε͂ι ζεμιόσο οὐδὲ χσυλλέφσο- μαι οὐδὲ ἀποκτενο͂ οὐδὲ χρέματα ἀφαιρέ- σομαι ἀκρίτο οὐδενὸς ἄνευ το͂ δέμο το͂ Ἀθ- (10)εναίον, οὐδ’ ἐπιφσεφιο͂ κατὰ ἀπροσκλέτο οὔτε κατὰ το͂ κοινο͂ οὔτε κατὰ ἰδιότο οὐδ- ὲ ἑνός, καὶ πρεσβείαν ἐλθο͂σαν προσάχσο πρὸς βολὲν καὶ δε͂μον δέκα ἑμερο͂ν ℎόταν πρυτανεύο κατὰ τὸ δυνατόν. ταῦτα δὲ ἐμπ̣- (15)[ε]δόσο Χαλκιδεῦσιν πειθομένοις το͂ι δέ- [μ]οι το͂ι Ἀθεναίον. ℎορκο͂σαι δὲ πρεσβεία- [ν] ἐλθο͂σαν ἐχ Χαλκίδος μετὰ το͂ν ℎορκοτο͂- ν Ἀθεναίος καὶ ἀπογράφσαι τὸς ὀμόσαντ- ας. ℎόπος δ’ ἂν [ὀ]μόσοσιν ℎάπαντες, ἐπιμελ- (20)όσθον ℎοι στ[ρ]ατεγοί.     vacat κατὰ τάδε Χαλκιδέας ὀμόσαι· οὐκ ἀπο[σ]τέ- σομαι ἀπὸ το͂ [δ]έμο το͂ Ἀθεναίον οὔτε τέ[χ]ν- ει οὔτε μεχανε͂ι οὐδεμιᾶι οὐδ’ ἔπει οὐδὲ ἔργοι οὐδὲ το͂ι ἀφισταμένοι πείσομαι, κ- (25)αὶ ἐὰν ἀφιστε͂ι τις κατερο͂ Ἀθεναίοισι, κ- αὶ τὸν φόρον ℎυποτελο͂ Ἀθεναίοισιν, ℎὸν ἂν πείθο Ἀθεναίος, καὶ χσύμμαχος ἔσομα- ι ℎοῖος ἂν δύνομαι ἄριστος καὶ δικαιότ- ατος καὶ το͂ι δέμοι το͂ι Ἀθεναίον βοεθέσ- (30)ο καὶ ἀμυνο͂, ἐάν τις ἀδικε͂ι τὸν δε͂μον τὸν Ἀθεναίον, καὶ πείσομαι το͂ι δέμοι το͂ι Ἀθ- εναίον. ὀμόσαι δὲ Χαλκιδέον τὸς ℎεβο͂ντ- ας ℎάπαντας· ℎὸς δ’ ἂμ μὲ ὀμόσει, ἄτιμον αὐτ- ὸν ἐ͂ναι καὶ τὰ χρέματα αὐτο͂ δεμόσια καὶ (35)το͂ Διὸς το͂ Ὀλυμπίο τὸ ἐπιδέκατον ℎιερὸ- ν ἔστο το͂ν χρεμάτον. ℎορκο͂σαι δὲ πρεσβε- ίαν Ἀθεναίον ἐλθο͂σαν ἐς Χαλκίδα μετὰ τ- ο͂ν ℎορκοτο͂ν το͂ν ἐν Χαλκίδι καὶ ἀπογράφ- σαι τὸς ὀμόσαντας Χαλκιδέον.     vacat (40)Ἀντικλε͂ς εἶπε· ἀγαθε͂ι τύχει τε͂ι Ἀθεναί- ον ποε͂σθαι τὸν ℎόρκον Ἀθεναίος καὶ Χαλ- κιδέας, καθάπερ Ἐρετριεῦσι ἐφσεφίσατ- ο ℎο δε͂μος ℎο Ἀθεναίον· ℎόπος δ’ ἂν τάχιστ- α γίγνεται, ἐπιμελόσθον ℎοι στρατεγοί. (45)ℎοίτινες δὲ ἐχσορκόσοσι ἀφικόμενοι ἐ- ς Χαλκίδα, ἑλέσθαι τὸν δε͂μον πέντε ἄνδρ- ας αὐτίκα μάλα. περὶ δὲ το͂ν ℎομέρον ἀποκ- ρίνασθαι Χαλκιδεῦσιν, ℎότι νῦμ μὲν Ἀθε- ναίοις δοκεῖ ἐᾶν κατὰ τὰ ἐφσεφισμένα· ℎ- (50)όταν δὲ δοκε͂ι βολευσάμενοι ποέσοσι τὲ- ν διαλλα[γ]έν, καθότι ἂν δοκε͂ι ἐπιτέδ̣ειο- ν ἐ͂ναι Ἀθεναίοις καὶ Χαλκιδεῦσιν. τὸς δ- ὲ χσένος τὸς ἐν Χαλκίδι, ℎόσοι οἰκο͂ντες μὲ τελο͂σιν Ἀθέναζε, καὶ εἴ τοι δέδοται ℎ- (55)υπὸ το͂ δέμο το͂ Ἀθεναίον ἀτέλεια, τὸς δὲ ἄ- λλος τελε͂ν ἐς Χαλκίδα, καθάπερ ℎοι ἄλλο- ι Χαλκιδέες. τὸ δὲ φσέφισμα τόδε καὶ τὸν ℎόρκον ἀναγράφσαι, Ἀθένεσι μὲν τὸν γρα- μμ[α]τέα τε͂ς βολε͂ς ἐστέλει λιθίνει καὶ κ- (60)αταθε͂ναι ἐς πόλιν τέλεσι τοῖς Χαλκιδέ- ον, ἐν δὲ Χαλκίδι ἐν το͂ι ℎιερο͂ι το͂ Διὸς το͂ Ὀλυμπίο ℎε βολὲ Χαλκιδέον ἀναγράφσασ- α καταθέτο. ταῦτα μὲν φσεφίσασθαι Χαλκ̣- ιδεῦσιν. vvvv τὰ δὲ ℎιερὰ τὰ ἐκ το͂ν χρεσμ- (65)ο͂ν ℎυπὲρ Εὐβοίας θῦσαι ὁς τάχιστα μετὰ ℎιεροκλέος τρε͂ς ἄνδρας, ℎὸς ἂν ἕλεται ℎ̣- ε βολὲ σφο͂ν αὐτο͂ν· ℎόπος δ’ ἂν τάχιστα τυθ- ε͂ι, ℎοι στρατεγοὶ συνεπιμελόσθον καὶ τ- ὸ ἀργύριον ἐς ταῦτα [π]αρεχόντον. vacat (70)Ἀρχέστρατο[ς] εἶπε· τὰ μὲν ἄλλα καθάπερ Ἀ- ντικλε͂ς· τὰς δὲ εὐθύνας Χαλκιδεῦσι κατ- ὰ σφο͂ν αὐτο͂ν ἐ͂ναι ἐν Χαλκίδι καθάπερ Ἀθ- ένεσιν Ἀθεναίοις πλὲν φυγε͂ς καὶ θανάτ- ο καὶ ἀτιμίας· περὶ δὲ τούτον ἔφεσιν ἐ͂να- (75)ι Ἀθέναζε ἐς τὲν ἑλιαίαν τὲν το͂ν θεσμοθ- ετο͂ν κατὰ τὸ φσέφισμα το͂ δέμο· περὶ δὲ φυ- λακε͂ς Εὐβοίας τὸς στρατηγὸς ἐπιμέλεσ- θαι ℎος ἂν δύνονται ἄριστα, ℎόπος ἂν ἔχε- ι ℎος βέλτιστα Ἀθεναίοις. (80)      ℎόρκος.