Dossier on M. Ulpius Eurykles’ service as Panhellene

OGIS 504-507 Date: 157 AD
 
Text A (OGIS 506) [Αὐτ]οκράτωρ Καῖσαρ, θεοῦ Ἁδριανοῦ υἱό[ς], [θεο]ῦ Τραιανοῦ Παρθικοῦ υἱωνός, θεο[ῦ] [Νέρ]βα ἔκγονος, Τίτος Αἴλιος Ἁδριανὸς [Ἀντ]ωνεῖνος Σεβαστός, ἀρχιερεὺς μέ- (5)[γιστ]ο̣ς, δημαρχικῆς ἐξουσίας τὸ κ’, αὐ- [τοκρ]άτωρ το β’, ὕπατος τὸ δ’, πάτηρ πα- [τρίδ]ος, τῶι Πανελληνίωι χαίρειν · [ὅτι οἱ] πρὸ ὑμῶν Πανέλληνες Οὔλ- πι[ο]ν Εύρυκλέα ἀπεδέξαντο ὡς ἐπι- (10)[ιει]κῆ, ἔμαθον ἐκ τῶν ὑπ’ αὐτῶν ἐπ- [εστ]αλμένων. εύτυχεῖτε: πρὸ μι[ᾶς] [κ]α̣λανδῶν Δεκεμβρίων ἀπὸ Ῥώμη[ς].
Text B (OGIS 507) ὁ ἄρχων τῶν Πανελλήνων καὶ ἱερεὺς θεοῦ Ἁδριανοῦ Πανελληνίου καὶ ἀγωνοθέτης τῶν μεγάλων Πανελληνίων Κλ(αύδιος) Ἰάσων καὶ οἱ Πανέλληνες τοῖς ἐπὶ τῆς Ἀσίας Ἕλλησι χαίρειν · Μ(ᾶρκον) Οὔλπιον Ἀπουλήϊον Εύρυκλέα τὸν Αἰξανείτην φθάνομεν ἤδη καὶ δι’ (5)ἑτέρων γραμμάτων μαρτυρίας τῆς παρ’ ἡμῶν ἠξιωκότες, ἐπεσταλκό- τες ὑμεῖν τε αὐτοῖς ὑπὲρ αὐτοῦ καὶ τῇ πατρίδι καὶ τῶι μεγίστωι αὐτο- κράτορι · δίκαιον δὲ ἡγησάμεθα καὶ τοῦ κρατίστου Κλ(αυδίου) Ἰάσονος παραλαμβόν- τος τὴν ἀρχὴν μαρτυρῆσαι αὐτῶι τὰ αὐτὰ ἐπιεικείᾳ τε καὶ αἰδοῖ πάσηι κεχρημένωι περὶ τὴν πολιτείαν τῶν Συνπανελλήνων καὶ τὸ ἀξίωμα (10)τὸ ὑπάρχον αὐτῶι ἄνωθε καὶ ἀπὸ γένους ἔτι μᾶλλον προάγοντι ἐν οἷς λέγων καὶ πράττων διατετέλεκε παρὰ πάντα τὸν τῆς συνεδρείας χρόνον. ἐρρῶσθαι ὑμᾶς εὔχομαι.
Text C (OGIS 505) ἡ ἐξ Ἀρείου πάγου βουλὴ καὶ ὁ κῆρυξ αὐτῆς καὶ ἀγωνοθέ- της τῶν τῆς Σεβαστῆς ἀγώνων Νούμμιος Μήνις Αἰζανειτῶν ἄρχουσι, βουλῆι, δήμωι χαίρειν· ὁ πολίτης ὑμῶν Μ(ᾶρκος) Οὔλπιος Εὐρυκλῆς ὁ ἀξιολογώτατος ἐπε- (5)δήμησεν ἡμῶν τῆι πόλει παντὶ τούτωι τῶι χρόνωι ἀξίως τοῦ τε αὑτοῦ ἀξιώματος καὶ τῆς ὑμετέρας πόλεως ὡς ἐν πατρίδι ταῖς Ἀθήναις τὴν διατριβὴν ποιησάμενος, παιδείᾳ τε ὁμι- λῶν καὶ πᾶσαν ἐνάρετον προαίρεσιν ἀποδεικνύμενος διὰ τῆς περὶ τὰ κάλλιστα καὶ σεμνότατα σπουδῆς · καὶ διὰ ταῦτα ἐτιμήσαμ[εν] (10)αὐτὸν τιμαῖς ταῖς προσηκούσαις καὶ ἀνδριάντος ἀναθέσει καὶ εἰκόνος ἔν τε τῆι ἡμετέρᾳ πατρίδι ταῖς Ἀθήναις ἐν ὧι ἂν βούληται τόπωι καὶ παρ’ ὑμῖν. καὶ αὐτὰ ταῦτα δίκαιον ἡγησάμεθα μαρτυρῆσαι τῶι ἀν- δρὶ παρ’ ὑμῖν τῆς τε κ[ο]σ[μιότ]ητος εἵνεκεν καὶ τοῦ τρόπου καὶ τῆς πε- ρὶ παιδείαν φιλοτιμίας
Text D (OGIS 504) ὁ ἄρχων τῶν Πανελλήνων καὶ ἱερεὺς θεοῦ Ἁδριανοῦ Π[ανελληνίου] καὶ ἀγωνοθέτης τῶν μεγάλων Πανελληνίων Τίτος [Φλάβιος Κύλλος] καὶ οἱ Πανέλληνες Αἰζανειτῶν τῆι βουλῆι καὶ τῷ [δήμῳ χαίρειν · ] καὶ αὑτοῖς ἡγούμενοι προσῆκον εἶναι τὰς πρὸς τοὺς ἀγαθοὺς ἄνδρας ἀποδείκνυ- (5)σθαι τειμὰς διαρκῶς καὶ ὑμεῖν συνήδεσθαι τῆς τῶν τοιούτων πολιτῶν κτή- σεως ἀκόλουθον ὑπολαμβάνοντες, ο[ἷό]ς ἐστιν οὗτος Οὔλπιος Εὐρυκλῆς, συν- πεπολιτευμένος ἡμεῖν πάντα τὸν τῆς συνεδρείας χρόνον μετρίως καὶ ὡς τούς τε καθ’ ἕκαστον ἡιρηκέναι φιλίαι καὶ ἐν τῶι κοινῶι ἐπὶ παιδείαι τε καὶ τῆι ἄλληι ἀρετῆι καὶ ἐπιεικείαι διάδηλον ἑαυτὸν πεποιηκέν[αι], εὔλογον ἡγη- (10)σάμεθα μαρτυρῆσαι αὐτῶι παρ’ ὑμεῖν καὶ εὐφρᾶναι ὑμᾶς ἐνδειξάμενοι ἣν πρὸς αὐτὸν εὔνοιαν ἔχομεν πρός τε τὸ κοινὸν τοῦ Πανελληνίου καὶ ἰδίᾳ πρὸς τὸν θαυμασιώτατον ἡμῶν ἄρχοντα Φλάβιον Κύλλον φιλοτιμίᾳ κεκρη- μένον κοσμούσῃ οὐκ αὐτὸν μόνον τὸν Εὐρυκλέα ἀλλὰ καὶ τὴν διασημο- τάτην ὑμῶν πόλιν, ἧς ἄξια καὶ τοῦ γένους καὶ τῆς ἐκ προγόνων ἀνδραγαθίας (15)καὶ λέγων καὶ πράττων παρὰ πάντα τὸν χρόνον διατετέλεκεν. ἐ⟨π⟩εστείλα- μεν δἐ καὶ πρὸς τὸ ἔθνος ὑπὲρ αὐτοῦ καὶ πρὸς τὸν θειότατον αὐτοκράτορα καὶ τη- λικαύτης μαρτύριας ἄξιον αὐτὸν ὑπολαβόντες. v ἔρρωσθε.