Two honorific decrees of the deme Acharnai, 315/4 BC

Csapo and Wilson II, 54-9 Date: 315/4 BC
 
Decree 1 Διογένης Ναυκύδου εἶπεν· ἐπειδὴ Φανόμα- χος ὁ ταμίας ὁ ἐπὶ Πραξιβούλου ἄρχοντος (315/4) τάς τε θυσίας τέθυκεν τοῖς θεοῖς καὶ τοῖ- ς ἥρωσιν ὑπὲρ τῶν δημοτῶν ἁπάσας [ἐ]ν τ[ῶ]ι ἐ- (5)[νι]αυτῶι καὶ τῶν Διονυσίων ἐπεμελήθη κα- λῶς [καὶ φιλοτίμως] μετὰ τοῦ δημάρχου Οἰν- ο[φ]ί[λ]ου καὶ [φ]ιάλην πεπόηται μ[ν]ᾶν ἄγουσα- ν ἀργυρίου [κ]ατὰ [τὸν νόμον] καὶ λόγον ἀπεν- ήνοχεν ἁπάντων ὧν δι[ώικησ]εν πρός τε τὴν (10)πόλιν καὶ πρὸς τοὺς δημότας ἐ[ν] τοῖς χρόν- οις τοῖς ἐκ τῶν [νόμων] τῶν τῆς πόλεως καὶ τ- ῶν δημοτῶν καὶ τὸ περιὸν ἀργύριον παρ’ ἑα̣- υτῶι ἐκ τῆς διοικήσεως καταβέβληκεν Ἀχ- αρνεῦσιν ∶ ΗΗΗΔΔ𐅃𐅂𐅂𐅂𐅂 ∶ καὶ τὰς εὐθύνας (15)δέδωκεν δ[ό]ξας δικαίως τεταμιευκέναι κ- αὶ τῶν [ἄλλων] ἁπάντων [ὧν] αὐτῶι προσέταξα- ν [Ἀ]χαρν[εῖς ἐπιμεμέλη]ται καλῶς καὶ φιλο- τ[ίμ]ως· [ἐψ]ηφ[ίσ]θαι Ἀχαρνεῦσιν ἐπαινέσαι Φανόμαχον Νικοδήμου Ἀχαρνέα καὶ στεφα- (20)νῶσαι αὐτὸν θαλλοῦ στεφάνωι φιλοτιμία- ς ἕνεκ[α καὶ δι]καιοσύνης τῆς εἰς τοὺς δημ- ότας· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐστήλ- ηι λιθίνει τὸν γραμματέα τῶν δημοτῶν κα- ὶ στῆσαι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς τῆς Ἱππί- (25)ας, εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης δοῦνα- ι τὸν ταμίαν [∶ ΔΔ ∶] δραχμὰς καὶ λογίσασθ[α]- ι τοῖς δημόται[ς].
Decree 2 Διογένης Ναυκύδου εἶπεν· ἐπειδὴ ὁ δήμαρ- χος Οἰνόφιλος καὶ ὁ ταμίας Φανόμαχος κα- (30)ὶ ὁ [ἐπι]μελ[η]τὴς τῶν Διονυσίων καλῶ[ς] καὶ φ- ιλοτίμως [ἐπιμ]ε[μ]έ[λ]ηνται τῆς τε θυσίας τ- ῶι Διονύσωι [καὶ τῆς] πομπῆς καὶ τοῦ ἀγῶνο- ς καὶ τὰ̣ [ἄ]λ̣[λ]α̣ διοικοῦσιν ὑπὲρ τῶν δημοτ- ῶν κατὰ τοὺς νόμους· ἐψηφίσθαι Ἀχαρνεῦσ- (35)ιν ἐπαινέσαι τὸν δήμαρχον Οἰνόφιλον Οἰ- νοφίλου καὶ τὸν ταμίαν Φανόμαχον Νικοδ- ήμου καὶ τὸν ἐπιμελητὴν Λέον̣τα Δ̣ί̣ωνος κ- αὶ στεφα̣[ν]ῶ[σα]ι ἕκ̣αστον αὐτῶν κιττοῦ στε- φάνωι καὶ ἀνειπεῖν τὸν δήμαρχον τούσδε (40)τοὺς στεφάνους Διονυσίων τῶν Ἀχαρνῆσιν τ- ῶι ἀγῶνι· ἀ̣ναγράψαι δὲ τόδε τὸ ψήφισμα εἰ- στήλην̣ λιθίνην τ̣ὸν δήμαρχον Οἰνόφιλον καὶ στ[ῆ]σα[ι] ἐ[ν τῶι ἱερῶι τῆ]ς Ἀθη[νᾶς τῆς] Ἱπ- πίας. [εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης] δ[οῦ]- (45)ναι τὸ[ν] τ[αμ]ίαν Φανόμαχον ∶ ΔΔ [∶] δραχμὰς κα- ὶ λογ[ίσασθαι τοῖς δη]μόταις· ε[ἶν]αι δὲ αὐτ- οῖς καὶ π[ρ]οεδ[ρί]α[ν] α[ὐτ]οῖς [καὶ] ἐγγ[ό]νοις εἰς τὸν ἀεὶ [χρό]νον Διονυσ[ίων] τῶν Ἀχαρν[ῆ]- σιν τ[ῶ]ι [ἀ]γῶ[νι] ἐ[πὶ] τοῦ πρώτου βάθρου.